Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.12 Dem. 3.15 (English) >>Dem. 3.19

3.14οὐ μὴν οὐδʼ ἐκεῖνό γʼ ὑμᾶς ἀγνοεῖν δεῖ, ἄνδρες Ἀθηναῖοι, ὅτι ψήφισμʼ οὐδενὸς ἄξιόν ἐστιν, ἂν μὴ προσγένηται τὸ ποιεῖν ἐθέλειν τά γε δόξαντα προθύμως ὑμᾶς. εἰ γὰρ αὐτάρκη τὰ ψηφίσματʼ ἦν ὑμᾶς ἀναγκάζειν προσήκει πράττειν περὶ ὧν γραφείη διαπράξασθαι, οὔτʼ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι μικρά, μᾶλλον δʼ οὐδὲν ἐπράττετε τούτων, οὔτε Φίλιππος τοσοῦτον ὑβρίκει χρόνον· πάλαι γὰρ ἂν εἵνεκά γε ψηφισμάτων ἐδεδώκει δίκην. 3.15ἀλλʼ οὐχ οὕτω ταῦτʼ ἔχει· τὸ γὰρ πράττειν τοῦ λέγειν καὶ χειροτονεῖν ὕστερον ὂν τῇ τάξει, πρότερον τῇ δυνάμει καὶ κρεῖττόν ἐστιν. τοῦτʼ οὖν δεῖ προσεῖναι, τὰ δʼ ἄλλʼ ὑπάρχει· καὶ γὰρ εἰπεῖν τὰ δέοντα παρʼ ὑμῖν εἰσιν, ἄνδρες Ἀθηναῖοι, δυνάμενοι, καὶ γνῶναι πάντων ὑμεῖς ὀξύτατοι τὰ ῥηθέντα, καὶ πρᾶξαι δὲ δυνήσεσθε νῦν, ἐὰν ὀρθῶς ποιῆτε. 3.16τίνα γὰρ χρόνον τίνα καιρόν, ἄνδρες Ἀθηναῖοι, τοῦ παρόντος βελτίω ζητεῖτε; πόθʼ δεῖ πράξετʼ, εἰ μὴ νῦν; οὐχ ἅπαντα μὲν ἡμῶν προείληφε τὰ χωρίʼ ἅνθρωπος, εἰ δὲ καὶ ταύτης κύριος τῆς χώρας γενήσεται, πάντων αἴσχιστα πεισόμεθα; οὐχ οὕς, εἰ πολεμήσαιεν, ἑτοίμως σώσειν ὑπισχνούμεθα, οὗτοι νῦν πολεμοῦσιν; 3.17 οὐκ ἐχθρός; οὐκ ἔχων τὰ ἡμέτερα; οὐ βάρβαρος; οὐχ τι ἂν εἴποι τις; ἀλλὰ πρὸς θεῶν πάντʼ ἐάσαντες καὶ μόνον οὐχὶ συγκατασκευάσαντες αὐτῷ, τότε τοὺς αἰτίους οἵτινες τούτων ζητήσομεν; οὐ γὰρ αὐτοί γʼ αἴτιοι φήσομεν εἶναι, σαφῶς οἶδα τοῦτʼ ἐγώ. οὐδὲ γὰρ ἐν τοῖς τοῦ πολέμου κινδύνοις τῶν φυγόντων οὐδεὶς ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τοῦ στρατηγοῦ καὶ τῶν πλησίον καὶ πάντων μᾶλλον, ἥττηνται δʼ ὅμως διὰ πάντας τοὺς φυγόντας δήπου· μένειν γὰρ ἐξῆν τῷ κατηγοροῦντι τῶν ἄλλων, εἰ δὲ τοῦτʼ ἐποίει ἕκαστος, ἐνίκων ἄν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 3.12 Dem. 3.15 (English) >>Dem. 3.19

Powered by PhiloLogic